Ancient Greek
P.Lond. 4 1400
Documentary Papyri, P.Lond. 4 1400
Not analysed yet
……το…λ… εἰ μὴ αὐτὸ τὸ χάλκωμα …καὶ ἔκπεμψον τὸ εἶδος πάραυτα καὶ ἐάν σοι δόξῃ ὑπὲρ αὐτοῦ λαβεῖν τὸν ἀπαργυρισμὸν πρὸς τὴν ἐντεθεῖσαν διατίμησιν ἐν τοῖς ἡμετέροις ἐνταγίοις καὶ ἀγοράσαι τὸ τοιοῦτο χάλκωμα ὁπουδὰν εὑρέσῃς καὶ μήτε ἐν τῇ ἰδίᾳ παγαρχίᾳ ς… ἐν ἑτέρῳ τόπῳ …των μέντοι τῶν ἀγορασάντων ἐξακινδύνως …παραδοῦναι αὐτὸ ἐν τῇ διανομῇ. εἰ δὲ καὶ ἀδυνατῶσιν εὑρεῖν ἀγοράσαι ἄνυσον ἐξ αὐτῶν τῶν ἀδυνάτων χωρίων τὸν ἀπαργυρισμὸν πρὸς τὴν ἐντεθεῖσαν διατίμησιν ἐν τοῖς ἡμετέροις ἐνταγίοις καὶ ἀπόστειλον πρὸς ἡμᾶς διʼ ἀνθρώπου σου τοῦ ὀφείλοντος τοῦτο καταβαλέσθαι ἡμῖν …ενος …μήτε τινὰ ἐκ τῶν ὑπουργῶν σου ἢ τῶν μειζόνων τῶν αὐτῶν χωρίων ἀπαιτήσαντά τι ἐκ περιττοῦ τῆς διατιμήσεως τῶν ἐνταγίων τοῦ τοιούτου χαλκώματος ἢ καὶ τιμήματος διαστελλομένου διʼ ἐνταγίων ἡμετέρων ἐπεὶ ἐὰν εὑρέθῃς ἐν καταγνώσει ἀποδίδομέν σοι ἀνταπόδοσιν συντείνουσαν εἰς τὴν ψυχὴν καὶ ὑπόστασίν σου. ἐγράφη μηνὸς Θὼθ κ ἰνδικτίονος θ. γνῶσις χαλκώματος ἐλατοῦ ἄσπρου λίτραι ιε …χυτοῦ ἄσπρου λίτραι λβ …