Ancient Greek
P.Lond. 4 1408
Documentary Papyri, P.Lond. 4 1408
Not analysed yet
ἐν ὀνόματι τοῦ Θεοῦ Κορρα υἱὸς Σζεριχ σύμβουλος ὑμῖν τοῖς ἀπὸ ε Πεδιάδων κώμης Ἀφροδιτώ. παραλάβατε ἐκ τοῦ ὑμετέρου παγάρχου σιδήρου μαζίου τοῦ δημοσίου ῥυπαροῦ λίτρας ν πεντήκοντα καὶ ποιήσατε καθαροῦ λίτρας λγ γ τριάκοντα τρεῖς τρίτον πησσομένων καὶ ταῦτα παραδώσατε Ἀβδελαλε υἱὸν Ἀβι Ἀχιμ λόγῳ καρπῶν καὶ ἀκατηναρίων ἐπὶ τῆς παρούσης ἰνδικτίονος η, κούρσου δὲ ἰνδικτίονος θ καὶ ἐὰν δώσητε μισθῶν παράσχετε ὑπὲρ λιτρῶν σιδήρου μαζίου ν λόγῳ καθάρσεως ἀρίθμιον νόμισμα α γ ἓν τρίτον μόνον. ἐγράφη μηνὸς Θὼθ ϛ ἰνδικτίονος ὀγδόης γίνονται σιδήρου ῥυπαροῦ λίτραι ν εἰς κάθαρσιν λίτραι λγ γ νόμισμα α γ