Ancient Greek
P.Lond. 4 1410
Documentary Papyri, P.Lond. 4 1410
Not analysed yet
ἐν ὀνόματι τοῦ Θεοῦ Κορρα υἱὸς Σζεριχ σύμβουλος ὑμῖν τοῖς ἀπὸ κώμης Ἀφροδιτώ. παράσχετε λόγῳ φιλοκαλείας καράβων καὶ ἀκατηναρίων καὶ δρομοναρίων ὄντων ἐν τῇ νήσῳ Βαβυλῶνος ὑπὸ Ἀβδελαλε υἱοῦ Ἀβι Ἀχιμ ἐπικειμένου ἐπὶ τῆς παρούσης ἰνδικτίονος η, κούρσου δὲ ἰνδικτίονος θ τεχνίτας δ τέσσαρας μετὰ δαπάνης μηνῶν γ οὕτως· ναυπηγοὶ β δύο ἐκ νομισμάτων β τοῦ μηνὸς τέκτονα α ἕνα τοῦ μηνὸς νόμισμα α γ καλαφάτην α ἕνα τοῦ μηνὸς νόμισμα α 𐅵καὶ ἐὰν δώσητε ἀπαργυρισμὸν παράσχετε ὑπὲρ μισθοῦ καὶ δαπάνης αὐτῶν ὡς ἀνωτέρω ἐμφέρεται μόνον. ἐγράφη μηνὸς Ἁθὺρ ϛ ἰνδικτίονος η γίνονται ναυπηγοὶ β νομίσματα ιβ τέκτων α νομίσματα δ καλαφάτης α νομίσματα δ 𐅵