Ancient Greek
1433.Fol1brp.1 to 1433.Fol2.33
Documentary Papyri, P.Lond. 4 1433.Fol1brp.1-1433.Fol2.33
Not analysed yet
…ἐν ὀνόματι τοῦ θεοῦ τοῦ ἐλεήμωνος καὶ φιλανθρώπου …οὐκ ἔστιν θεὸς εἰ μὴ ὁ μόνος οὐκ ἐγέννησεν οὐκ ἐγεννήθη οὐκ ἔστι ἴσος Μααμὲτ ἀπόστολος θεοῦ ἀπέστειλεν ἀνθρώποις εἰς τὴν ὀρθὴν πίστιν …Ἀβδέλλα Ἀλουλὶδ Ἀμιρ Ἀλμουμνιν Ἀβδέλλα υἱὸς Ἀβδελμέλεκ σύμβουλος …σὺν θεῷ οἰκιστικὸν διαφόρων στίχων κώμης Ἀφροδιτὼ ἰνδικτίονος ε οὕτως κώμης Ἀφροδιτώ οὕτως Ἁθὺρ κθ ὀνόματι μέρους ναύτου μηνὸς α λόγῳ τοῦ Κλύσματος εἰς Ῥαιθοῦ διὰ ἐπιστολῆς τοῦ πανευφήφου συμβούλου ἐν σώματι ναύτου γ τῇ αὐτῇ ὀνόματι μέρους ῥογᾶς Μωαγαριτῶν σίτου ἀρτάβαι υ λόγῳ ἀνδραπόδου φαμηλίας τοῦ πανευφήμου συμβούλου διὰ Βίκτωρος Συμέωνος νομίσματα η Χοιὰκ δ ὀνόματι μέρους ἐργάτου α μηνὸς α λόγῳ κτίσματος κάστρου Βαβυλῶνος διὰ Παίων ναύτου ἀπὸ Ἀνταίου νομίσματος 𐅵γ Χοιὰκ ιε ὀνόματι τιμῆς σίτου ἀρταβῶν ρπβ λόγῳ ῥογᾶς Μωαγαριτῶν ἀπὸ λοιπαδαρίου ἐμβολῆς γ ἰνδικτίονος διὰ Βίκτωρος Συμέωνος νομίσματα δ 𐅵κδ τῇ αὐτῇ ὀνόματι ξενίου τοῦ Ἀμιραλμουμνιν νομίσματα ρλγ τῇ αὐτῇ ὀνόματι δαπάνης τοῦ Κλύσματος διὰ Ἰεζεκιὴλ Ψεμπνουθίου ψωμίων ἀρτάβαι κ ἐλαίου μέτρα β τῇ αὐτῇ ὀνόματι ναύλου πλοίου καὶ μισθοῦ αὐτοῦ Ἰεζεκιὴλ νομίσματα β τῇ αὐτῇ ὀνόματι εἰδῶν διανομῶν τῶν καράβων ὄντων ἐντὸς νήσου Βαβυλῶνος διὰ Σενουθίου πιστικοῦ ἀπὸ Ἀφροδιτώ νομίσματα ιε οὕτως ἀκανθέαι ζ νομίσματα ζ συκομορέων στρεπτῶν παχέων δ νόμισμα α γ σχοινία μικ η νομίσματος γ φοίνικος σῶμα α νομίσματος 𐅵γ παλούκια γ νομίσματος 𐅵νήματος κεντηνάρια β νομίσματα ε τῇ αὐτῇ ὀνόματι φορέτρου καμήλων β καὶ μισθοῦ καὶ δαπάνης καμηλίτου α οὕτως ὑπὲρ καμήλων β νομίσματα δ 𐅷ὑπὲρ καμηλίτου α γίνεται νομίσματα ε 𐅷τῇ αὐτῇ ὀνόματι ναύλου καὶ μισθοῦ καὶ παραλλαγῆς χρυσίου διὰ Σενουθίου πιστικοῦ υἱοῦ Ἐνὼχ ἀπὸ Ἀφροδιτὼ νόμισμα α 𐅵Χοιὰκ κα ὀνόματι ἀλλαγῆς σιδηρέων μηνῶν γ ἀπὸ μηνὸς Ἁθὺρ ϛ ἕως μηνὸς Μεχεὶρ ϛ διὰ Σενουθίου πιστικοῦ ὑπὲρ ἐργατῶν β νομίσματα δ 𐅵τῇ αὐτῇ ὀνόματι πρίστεως 𐅵μηνὸς α λόγῳ ἐπιταγῆς τοῦ Ἀμιραλμουμνιν γινομένῳ ἐν Βαβυλῶνι διὰ Σενουθίου νομίσματος 𐅵γ Χοιὰκ κδ ὀνόματι ἐργάτου α μηνῶν ιβ λόγῳ νέου κτίσματος τοῦ Ἀμιραλμουμνιν εἰς Ἱερουσολύματι σὺν νομίσματι 𐅵ἀποτροφῆς ἀγορασθείσης διὰ Σενουθίου πιστικοῦ νομίσματα ϛ 𐅵καὶ ἐργάτης α ἐν σώματι διὰ Σενουθίου Τῦβι α ὀνόματι τεχνιτῶν καὶ ἐργατῶν ὑπὲρ τῶν καράβων μηνῶν δ διὰ Σενουθίου πιστικοῦ ἐν σώματι τέκτονες β ἐργάται β δ Τῦβι ε ὀνόματι φοινικοδοκίων σχιστῶν ιε λόγῳ οἰκημάτων αὐλῆς τοῦ Ἀμιραλμουμνιν ἐν Βαβυλῶνι διὰ Σενουθίου πιστικοῦ νομίσματα ζ 𐅵