Ancient Greek
P.Lond. 5 1651
Documentary Papyri, P.Lond. 5 1651
Not analysed yet
ὑπατείας τοῦ δεσπότου ἡμῶν Ἰουλιανοῦ τοῦ αἰωνίου Αὐγούστου τὸ δ καὶ Φλαυίου Σαλλουστίου τοῦ λαμπροτάτου ἐπάρχου τοῦ ἱεροῦ πραιτωρίου. Αὐρηλίῳ Ἑρμείᾳ Ἡλιοδώρου ἄρξαντι βουλευτῇ ἐνάρχῳ στρατηγῷ Ἑρμουπόλεως τῆς λαμπροτάτης παρὰ Αὐρηλίου Δίου Ἀπόλλωνος ἀπὸ τῆς αὐτῆς πόλεως. ἔτι ἀπὸ τοῦ μηνὸς Μεσορὴ ἡ ἐμὴ σύμβιος Ἑρμιόνη καιροτηρησαμένη τὴν ἀπουσίαν μου ἐπὶ κώμης διατρίβοντος πάντα τὰ ἔνδον ἐπὶ τῆς ἡμετέρας οἰκίας ἐν ᾗ καὶ ἀναγκαῖα βιβλία ὑφειλαμένη ἄνομον ἔξοδον πεποίηται καὶ πολλάκις ἔπεμπον επι…σεω…κλαιαι…λω. τότε μὲν ἐφάνη ὅτε τ…νετ…ρ… ενετ…ο… ἀνέσχυντο …τὰ ἡμέτερα οὐκ ἀποδέδωκεν μάλιστα τὰς πράσεις τῶν ἐμῶν οἰκοπέδων. διὰ τοῦτο μὴ δυνάμενος ἀφησυχάσαι ἐπιδίδωμι τῇ σῇ συνέσει τάδε τὰ βιβλία ἀξιῶν ταύτην πανταχόθεν ἀχθῆναι καὶ ἐν ἀσφαλεῖ εἶναι ἄχρι τῆς εὐτυχοῦς ἐπιδημίας τοῦ κυρίου μου διασημοτάτου ἡγεμόνος Κερεαλίου Τηλεφίου Ἱεροκλέους ἐμοῦ μέλλοντος τὴν περὶ τούτου ἐντυχίαν ποιήσασθαι. διευτύχει. ὑπατείας τῆς προκειμένης Φαρμοῦθι κε. Αὐρήλιος Δῖος Ἀπόλλωνος ἐπιδέδωκα. Αὐρήλιος Ολκουεις Παθερμουθίου ἔγραψα ὑπὲρ αὐτοῦ γράμματα μὴ εἰδότος.