Ancient Greek
P.Lond. 5 1664
Documentary Papyri, P.Lond. 5 1664
Not analysed yet
δεδώκασιν οἱ ἀπὸ κώμης Ἀφροδίτης τοῦ Ἀνταιοπολίτου νομοῦ διὰ τοῦ θαυμασιωτάτου Ἰωάννου ὑποδέκτου τῆς αὐτῆς κώμης εἰς λόγον κανονικῶν καὶ χρυσικῶν τίτλων πρώτης καταβολῆς τρίτης ἰνδικτίονος χρυσοῦ νομισμάτια ἑκατὸν τριάκοντα τέσσαρα ἥμισυ εὔσταθμα ἁπλᾶ, γίνεται χρυσοῦ νομισμάτια ρλδ 𐅵εὔσταθμα ἁπλᾶ, καὶ εἰς ὑμῶν ἀσφάλειαν καὶ τοῦ δημοσίου λόγου πεποίημαι τοῦτο τὸ ἐντάγιον μεθʼ ὑπογραφῆς ἐμῆς ὡς πρόκειται. Ἡλιόδωρος ἐθνικὸς χρυσώνης ἐπαρχείας Θηβαΐδος πεποίημαι τὸ ἐντάγιον τῶν νομισματίων ἑκατὸν τριάκοντα τέσσαρα ἥμισυ πλήρης ἁπλᾶ ὡς πρόκειται.