Ancient Greek
P.Lond. 5 1701
Documentary Papyri, P.Lond. 5 1701
Not analysed yet
Φλαούιος Θεόδωρος ὁ μεγαλοπρεπέστατος κόμες διʼ ἐμοῦ Ἀρίστωνος Φοιβάμμωνος παιδὸς Αὐρηλίῳ Ἡρακλείῳ Παουόμθου οἰνοπράτῃ ἀπὸ Ἀφροδίτης χαίρειν· ἀπέσχον παρὰ σοῦ ἀπὸ λόγου οἴνου τοῦ χρεωστηθέντος ἡμῖν παρὰ σοῦ χρυσοῦ νομίσματα τρία παρὰ κεράτια ἓξ χρυσοχοϊκῷ τῆς αὐτῆς κώμης παρὰ διαφόρων ὀνομάτων καὶ ἐκ τούτων ἀπεδεξάμην παρὰ Φηοῦτος καὶ Ἀνουφίου ποιμένων χρυσοῦ νομίσματα δύο καὶ τὴν ἀκυρωσίαν τούτων αὐτοῖς δέδωκα, γίνεται χρυσοῦ νομίσματα γ παρὰ ϛ, καὶ εἰς σὴν ἀσφάλειαν πεποίημαι τοῦτο τὸ ἀσφαλὲς τῶν προκειμένων τριῶν νομισμάτων μεθʼ ὑπογραφῆς τοῦ ὑπὲρ ἐμοῦ ὑπογράφοντος καὶ ἐπερωτηθεὶς ὡμολόγησα Θὼθ κβ τετάρτης ἰνδικτίονος. Ἀρίστων Φοιβάμμωνος παῖς τοῦ μεγαλοπρεπεστάτου κόμητος Θεοδώρου ὁ προκείμενος στοιχεῖ μοι τοῦτο τὸ ἀσφαλὲς τῶν προκειμένων τριῶν νομισμάτων παρὰ κεράτια ἓξ χρυσοχοικῷ κώμης Ἀφροδίτης ὡς πρόκειται. Φλαύιος Φοιβάμμων Δωραντινόου ὁ ὀρδινάριος τῆς ἡγεμονικῆς τάξεως ἔγραψα ὑπὲρ αὐτοῦ εἰπόντος μοι κατὰ πρόσωπον γράμματα μὴ εἰδότος. ἐγράφη διʼ ἐμοῦ Ἀβρααμίου Ἀπολλ . …τωρ απα Θεοδώρου ὑπὲρ Ἡρακλείου …