Ancient Greek
P.Lond. 5 1705
Documentary Papyri, P.Lond. 5 1705
Not analysed yet
……Αὐρήλιοι Βησαρίων Διοσκόρου Ψιμανωβετ καὶ Βίκτωρ Σανσνεοῦτος μητρὸς Μαριὰμ γεωργὸς ἀπὸ κώμης Ἀφροδίτης τοῦ Ἀνταιοπολίτου νομοῦ χαίρειν. ὁμολογοῦμεν κοινῇ γνώμῃ καὶ ἀδόλῳ προαιρέσει συνεργάζεσθαι ἀλλήλοις πρὸς διετῆ χρόνον λογιζόμενον ἀπὸ καρπῶν σὺν Θεῷ μελλούσης δωδεκάτης ἰνδικτίονος καὶ αὐτῆς εἰς τὸ γεώργιον τῆς ἁγίας καινῆς ἐκκλησίας ἐκμισθωθὲν παρʼ ἐμοῦ Βησαρίωνος ἐφʼ ᾧ ἡμᾶς τοῦτο γεωργῆσαι ἐκ τῶν ἰδίων ζῴων, ὁ μὲν Βησαρίων ἐνεγκεῖν τρίτον μέρος ……Βησαρίωνος καὶ Βίκτορος …