Ancient Greek
1708.rFrF.254 to 1708.v.266
Documentary Papyri, P.Lond. 5 1708.rFrF.254-1708.v.266
Not analysed yet
τὸν πατέρα ἔθρεψεν ἐξησθενηκότα ὀφείλει ἀρκεσθῆναι τῇ ἡμίσειᾳ μοίρᾳ τῶν παρʼ αὐτοῦ δοθέντων εἰς ἀνατροφὴν τοῦ ὀρφανικοῦ αὐτῶν ἀδελφοῦ νηπίου ὄντος καὶ ἀποδεῖξαι ταῦτα διὰ τῆς τροφοῦ τοῦ παιδίου ἢ καὶ γνωρίμων γειτόνων ἐπισταμένων ἀκριβῶς τοῦτο ὥστε ἐνωμότως ἐν ἁγίοις Θεοῦ οἴκοις τὰς ὁμολογίας ἐκθέσθαι καθὰ ἐπίστανται τὴν ἐπὶ τούτοις ἀλήθειαν εἶτα μετὰ τὸν ὑποτελεσθησόμενον ὑπὸ τούτων καὶ ὑπὸ Ψάτου ὅρκον ἐπησυχάζειν τοὺς ἐνάγοντας τῇ ἐφʼ ἑκάστῳ κεφαλαίῳ δικαιολογίᾳ καὶ μὴ εκ θε…ου ἡμῖν προβίβασθαι καὶ ἐπιδοῦναι τὰ θρεπτήρια τῷ εἰρημένῳ Ψάτῃ ὑπὲρ τοῦ παιδίου ὀλίγον ἐκ τοῦ καθολικοῦ κατʼ ἔτος μοίρᾳ εἰς ὅσα ἔτη ἕως ἧς ἐξαφέστηκεν ἡλικίας ἤτοι δύο ἐτῶν τὰ θηλάσματα· ἐπὶ γὰρ τούτοις τοῖς εἰρημένοις ἅπασι οἱ ἀφʼ ἑκατέρου μέρους συνευδοκ …ε…ητε… τοῖς αἰδεσιμωτάτοις καὶ θαυμασιωτάτοις δημόταις Σαλεεῖνος Ἐπαφρόδιτος …ἵππος Μέμνων υἱὸς Εππεπ… ἀπὸ Κόνωνος