Ancient Greek
1711dupl.FrA.1 to 1711dupl.FrF.42
Documentary Papyri, P.Lond. 5 1711dupl.FrA.1-1711dupl.FrF.42
Not analysed yet
βασιλείας καὶ ὑπατείας τοῦ θειοτάτου ἡμῶν δεσπότου Φλαυίου Ἰουστίνου τοῦ αἰωνίου Αὐγούστου Αὐτοκράτορος ἔτους …τὸν γαμικὸν …Φλαύιος Ὡρουώγχις υἱὸς Φιλίππου ἐκ μητρὸς …ς τῆς …καθοσιωμένος στρατιώτης ἀριθμοῦ Ἀντινόου καὶ ὁστιάριος ἀπὸ τῆς αὐτῆς πόλεως μετʼ ἐγγυητῶν μου τῶν καὶ ἑξῆς ὑπογραφόντων ἑκάστου ἐνεχομένου τῇ ἰδίᾳ ὑπογραφῇ εἰς …ἕκαστος καὶ …τως τὸ ἐπὶ τοῖς ἑξῆς δηλουμένοις συμφώνοις ἐν τῷ δημοσίῳ γαμικὸν συμβόλαιον ἐφʼ αἷς περιέχει διαστολαῖς ἁπάσαις και… λυτων ἀπὸ ταύτης τῆς Ἀντινοέων πόλεως ……λ…δ…ους …μο…ν ἐμαυτὸν τὸν προαφηγηθέντα Ὡρουώγχιον κατʼ ἔκδοσιν …ειθο…ιων ἐπὶ χρησταῖς ἐλπίσι εἰ τῷ Θεῷ δοξεῖεν καὶ γνησίων τέκνων σπορᾷ καὶ τὴν σὴν σεμνὴν καὶ ἀσφαλῆ παρθένειαν εὑρὼν διηγόρευσα· ὅθεν εἰς ταύτην ἥκω τὴν ἔγγραφον ἀσφάλειαν καθʼ ἣν ὁμολογῶ ὀφείλειν καὶ χρεωστεῖν ὑπὲρ τῶν σῶν γαμικῶν ἕδνων ἤτοι πρὸ γάμου δώρων τῶν συμπεφωνημένων καὶ συναρεσάντων μεταξὺ ἐμοῦ καὶ σοῦ καὶ τῶν σῶν σεμνῶν γονέων χρυσοῦ νομισμάτων δεσποτικῶν δοκίμων ἓξ ἑκάστου παρὰ κεράτια ἓξ ζυγῷ καὶ σταθμῷ Ἀντινόου γίνεται χρυσοῦ νομίσματα δεσποτικὰ δόκιμα ϛ παρὰ λϛ ζυγῷ καὶ σταθμῷ Ἀντινόου, καὶ ταῦτα ἑτοίμως ἔχω παρασχεῖν τῇ σῇ εὐγενείᾳ ὁπόταν βουληθῇς δίχα πάσης ἀγνωμοσύνης καὶ ὑπερθέσεως κινδύνῳ καὶ πόρῳ καὶ τιμήματι τῆς ἐμῆς ὑποστάσεως γενικῶς καὶ ἰδικῶς ὑποκειμένης σοι εἰς τοῦτο καὶ ὁμολογῶ μηδὲν ἧττον προσεπὶ τούτοις διαθρέψαι σε γνησίως καὶ ἐνδιδύσκειν καθʼ ὁμοιότητα πάντων τῶν συνμετρίων μου καὶ τὸν προσόντα μοι πόρον κατὰ τὸν δυνατὸν τρόπον τῆς ἐμῆς μετριότητος καὶ ἐν μηδένι καταφρονῆσαί σου μήτε ἐκβαλεῖν σε ἐκ τοῦ ἐμοῦ συνοικεσίου παρεκτὸς λόγου πορνείας καὶ αἰσχρᾶς πράξεως καὶ σωματικῆς ἀταξίας ἀποδειχθησομένης διὰ τριῶν ἢ πλέον ἀξιοπίστων ἀνδρῶν παγανῶν ὄντων καὶ πολιτικῶν ἐλευθέρων καὶ μηδαμῶς ἀποστῆναί με τῆς σῆς κοίτης μηδʼ ἑτέρας δραμεῖν ἀταξίας ἢ ἀσελγείας μέντοι καὶ αὐτῆς τῆς σῆς κοσμιότητος ὑπακουούσης μοι καὶ φυλαττούσης μοι πᾶσαν εὔνοιαν καὶ εἰλικρινῆ στοργὴν ἐν πᾶσι καλοῖς καὶ ὠφελίμοις ἔργοις τε καὶ λόγοις καὶ ὑποταττομένης μοι τρόποις ἅπασιν ἅτε δὴ ἀνήκει ἁπάσαις εὐγενεστάταις γυναιξὶν ἐνδείκνυσθαι εἰς τοὺς ἑαυτῶν εὐμοίρους καὶ φιλαιτάτους ἄνδρας δίχα ὕβρεως καὶ ἁψικορίας καὶ οἵας δήποτε καταφρονήσεως, ἀλλʼ οἰκουρὰν διόλου εἶναι καὶ φίλανδρον περὶ ἐμὲ γενέσθαι σε ἀκολούθως τῇ παρʼ ἐμοῦ δειχθησομένῃ σοι ἀγαθῇ καὶ σώφρονι προαιρέσει καὶ εἰ συμβαίη μοί ποτε καιρῷ ἢ χρόνῳ καταφρονῆσαί σου