Ancient Greek
1711dupl.FrF.81 to 1711dupl.FrF.96
Documentary Papyri, P.Lond. 5 1711dupl.FrF.81-96
Not analysed yet
καὶ τὰ ἐν αὐτῷ περιεχόμενα ἀναμφιβόλως ὡς πρόκειται. Αὐρήλιος Ἀντώνιος Βίκτορος ἀπὸ Ἀντινόου ἀνὴρ τῆς προγεγραμμένης Μαρίας ἀξιωθεὶς ἔγραψα ὑπὲρ αὐτῆς παρούσης καὶ εἰπούσης μοι κατὰ πρόσωπον γράμματα μὴ εἰδυίας. Φλαύιος Κωνσταντῖνος Ἰωσηφίου στρατιώτης καὶ δαμνάριος ἐγγυῶμαι τὸν προγεγραμμένον Ὡρουώγκιον Φιλίππου στριώτην καὶ ὁστιάριον ἀριθμοῦ Ἀντινόου εἰς χρυσοῦ νομίσματα ἓξ παρὰ κεράτια τριάκοντα ἓξ καὶ ἀποδώσω εἰ συμβαίη αὐτὸν παραφρονεῖν τὸ προειρημένον γαμικὸν συμβόλαιον καὶ τὰ ἐν αὐτῷ περιεχόμενα ἀναμφιβόλως ὡς πρόκειται. Φλαύιος Χριστόδωρος Ἰωάννου στρατιώτης καὶ ἀδιούτωρ ἔγραψα ὑπὲρ αὐτοῦ γράμματα μὴ εἰδότος. Φλαύιος Φοιβάμμων Ἀλεξάνδρου πρώτης ἀριθμοῦ Ἀντινόου ἐγγυῶμαι τὸν προγεγραμμένον Ὡρουώγκιν Φιλίππου στρατιώτην καὶ ὁστιάριον ἀριθμοῦ Ἀντινόου εἰς χρυσοῦ νομίσματα ἓξ παρὰ κεράτια τριάκοντα ἓξ καὶ ἀποδώσω εἰ συμβαίη αὐτὸν παραφρονεῖν τὸ προειρημένον γαμικὸν συμβόλαιον καὶ τὰ ἐν αὐτῷ περιεχόμενα ἀναμφιβόλως ὡς πρόκειται. Αὐρήλιος Φοιβάμμων Ἰσιδώρου νοτάριος ἀπὸ Ἀντινόου ἀξιωθεὶς ἔγραψα ὑπὲρ αὐτοῦ γράμματα μὴ εἰδότος παρόντος καὶ εἰπόντος μοι κατὰ πρόσωπον.