Ancient Greek
P.Lond. 5 1715
Documentary Papyri, P.Lond. 5 1715
Not analysed yet
…τῶν θείων ὀφφικίων …Αὐρήλιος Ἰωάννης Σαλαμᾶ μητρὸς Εὐφημίας …ὁρμώμενος μὲν ἀπὸ Ἀλεξανδρείας, καταμένων δὲ ἐν τῇ αὐτῇ Ἀντινοέων. ὁμολογῶ ἑκουσίως καὶ αὐθαιρέτως μεμισθῶσθαι παρὰ σοῦ ἐφʼ ὃν ἐὰν βουληθῇς χρόνον λογιζόμενον ἀπὸ τοῦ ὄντος μηνὸς Παχὼν τῆς παρούσης …δεκάτης ἰνδικτίονος τὴν ὑπάρχουσάν σοι οἰκίαν ὁλόκληρον δίστεγον οἵας ἐστὶν διαθέσεως σὺν χρηστηρίοις πᾶσι διακειμένην ἐπὶ τῆς αὐτῆς Ἀντινοέων ἐν τῷ δ γράμματι πλινθείῳ δ ἐπὶ ῥύμης Αψα ἐνοικίου τοῦ πρὸς ἀλλήλους συμπεφωνημένου ἑκάστου μηνὸς ἀργυρίου μυριάδων τριακοσίων, γίνονται μυριάδες τ ,ὅπερ ἐνοίκιον κατὰ μῆνα ἕκαστον ἀνϋπερθέτως σοι παρέξω καὶ μεθʼ ὃν βούλει χρόνον παραδώσω σοι τὴν αὐτὴν οἰκίαν σὺν ταῖς ἐφεστώσαις θύραις δυσὶ χωρὶς κλειδῶν ὡς παρείληφα. ἡ μίσθωσις κυρία καὶ βεβαία καὶ ἐπερωτηθεὶς ὡμολόγησα. Αὐρήλιος Ἰωάννης Σαλαμᾶ ὁ προκείμενος μεμίσθωμαι καὶ ἀποδώσω τὸ ἐνοίκιον καὶ πείθομαι πᾶσι τοῖς ἐγγεγραμμένοις …