Ancient Greek
1729.r.38 to 1729.v.54
Documentary Papyri, P.Lond. 5 1729.r.38-1729.v.54
Not analysed yet
κατὰ σοῦ διὰ τὸ ὡς ἄνω πολλάκις εἴρηται καὶ ἐπωμοσάμην ὅτι μηδὲν δεδωκέναι σοι ἀλλὰ οἴκοθέν σοῦ θρέψαι καὶ ἱματίσαι καὶ τὴν πᾶσάν μου ζωαρκῆ χρείαν καὶ τοῦτο φανεροποιήσω καὶ κελεύω μετὰ τὴν ἐμὴν ἔξοδον ὅσα ἔχω ἐλάχιστα πράγματα ἔχειν καὶ ἰδιοποιήσασθαι καὶ μηδένος ἐξέσται λαβεῖν τί ποτε παρὰ σοῦ καὶ πρὸς σὴν ἀσφάλειαν ταύτην ἐξεδόμην τὴν ὁμολογίαν κυρίαν οὖσαν καὶ βεβαίαν καὶ ἔννομον ἁπανταχοῦ προφερομένην μεθʼ ὑπογραφῆς τοῦ ὑπὲρ ἐμοῦ ὑπογράφοντος καὶ ἐπερωτηθεὶς ὡμολόγησα. Ἰωάννης υἱὸς Πατεχνουμίου ἐλάχιστος μονάζων ἀπὸ Συήνης ὁ προγεγραμμένος ἐθέμην τὴν ὁμολογίαν καὶ στοιχεῖ μοι πάντα τὰ ἐγγεγραμμένα ὡς πρόκειται. Φλαύιος Μᾶρκος Ἄπα Δίου στρατιώτης ἀριθμοῦ Συήνης αἰτηθεὶς ἔγραψα ὑπὲρ αὐτοῦ γράμματα μὴ εἰδότος παρόντος καὶ εἰπόντος μοι ἐν δημοσίῳ τόπῳ. Φλαύιος Κύρος Ἰωάνου κεντυρίων ἀριθμοῦ Συήνης μαρτυρῶ. Θεόφιλος Παείονος ἐλάχιστος διάκονος αἰτηθεὶς μαρτυρῶ. Φλαύιος Ἁτρῆς Βίκτορος στρατιώτης ἀριθμοῦ Συήνης μαρτυρῶ. Φλαύιος Ἰωάννης Κολλούθου κεντυρίων ἀριθμοῦ Συήνης μαρτυρῶ. Φλαύιος Ἰσὰκ Ἰακὼβ κεντυρίων ἀριθμοῦ Συήνης μαρτυρῶ. διʼ ἐμοῦ Ἀλλάμονος Πέτρου ἐγράφη. ὁμολογία γεναμένη παρὰ Ἰωάννου …