Ancient Greek
P.Lond. 5 1774
Documentary Papyri, P.Lond. 5 1774
Not analysed yet
βασιλείας καὶ ὑπατείας τοῦ θειοτάτου ἡμῶν δεσπότου Φλαυίου Ἰουστίνου τοῦ αἰωνίου Αὐγούστου Αὐτοκράτορος ἔτους πέμπτου Φαμενὼθ πέμπτῃ τρίτης ἰνδικτίονος. Αὐρήλιος Ἰερημίας Ἐνὼχ μητρὸς Θαησίας ἀπὸ κώμης …τοῦ Ἑρμουπολίτου νομοῦ Αὐρηλίῳ Γεωργίῳ …ου τῷ θαυμασιωτάτῳ ἀπὸ τῆς Ἑρμουπολιτῶν χαίρειν. ὁμολογῶ ἐσχηκέναι καὶ πεπληρῶσθαι παρὰ σοῦ τῆς τελείας τιμῆς λαχανοσπέρμου ἀρταβῶν τεσσάρων, γίνονται λαχανοσπέρμου ἀρτάβαι δ, ὅνπερ …ν λαχανόσπερμον ἀποδώσω σοι τῷ Ἐπεὶφ μηνὶ τῆς σὺν Θεῷ εἰσιούσης τετάρτης ἰνδικτίονος ἐν λαχανοσπέρμῳ νέῳ καθαρῷ κεκοσκινευμένῳ μέτρῳ Ἀθηναίῳ καὶ ἀποκαταστήσω αὐτὸ τὸ λαχανόσπερμον εἰς οἶκόν σου ἐν τῇ αὐτῇ Ἑρμουπόλει ἰδίοις μου ζῴοις καὶ ἀναλώμασι παρελθούσης δὲ τῆς προθεσμίας εἰ μὴ ἀποδοίην τὸ αὐτὸ λαχανόσπερμον …χειρόγραφον γενόμενον παρὰ Ἰερημίου Ἐνὼχ …