Ancient Greek
P.Lond. 5 1776
Documentary Papyri, P.Lond. 5 1776
Not analysed yet
τῷ κυρίῳ Βίκτορι στρατιώτῃ τῆς ἁγίας ἐκκλησίας Ἑρμουπόλεως Ἰωάννης Σερήνου. ἔχω καὶ χρεωστῶ ἀποκρότως ὑπὲρ λοιπάδος τῆς ἀποδείξεως Φοιβάμμωνος Ἐπιφανείου χρυσοῦ κεράτια δώδεκα, γίνεται κεράτια ιβ, καὶ ἀποδώσω εἴσω ἓξ ἡμερῶν καὶ πρὸς σὴν ἀσφάλειαν πεποίημαι ταύτην τὴν ἀσφάλειαν τῶν κερατίων δώδεκα ὡς πρόκειται. ἔγραψα Φ… συμφωνεῖ.