Ancient Greek
P.Lond. 5 1784
Documentary Papyri, P.Lond. 5 1784
Not analysed yet
ἡ ἁγία τοῦ Θεοῦ ἐκκλησία Ἑρμουπόλεως διὰ ἐμοῦ Κολλούθου προνοητοῦ μερίδος Ἑρμουπολίτου τῷ κυρίῳ Λεοντίῳ. δέδωκας ἐκφορίων καρπῶν δωδεκάτης ἰνδικτίονος χρυσοῦ κεράτια εἴκοσι τρία, γίνεται κεράτια κγ Ἀλεξανδρείας. ἐγράφη Ἐπεὶφ κγ ἰνδικτίονος ιβ. Κολλούθου προνοητοῦ στοιχεῖ τὸ ἐντάγιον. ὁμοίως τοῦ αὐτοῦ Μεσορὴ χρυσοῦ κεράτια τεσσαράκοντα ἕξ, γίνεται κεράτια μϛ Ἀλεξανδρείας. ἐγράφη Μεσορὴ δ ἰνδικτίονος ιβ. Κολλούθου προνοητοῦ στοιχεῖ. ὁμοίως τοῦ αὐτοῦ Μεσορὴ χρυσοῦ κεράτια εἴκοσι τρία, γίνεται κεράτια κγ Ἀλεξανδρείας. ἐγράφη Μεσορὴ …ἰνδικτίονος ιβ. Κολλούθου προνοητὴς στοιχεῖ. ἐντάγιον τῆς ἐκκλησίας καρπῶν ιβ ἰνδικτίονος.