Ancient Greek
P.Lond. 5 1786
Documentary Papyri, P.Lond. 5 1786
Not analysed yet
παρὰ τῷ δεσπότῃ μου τῷ μεγαλοπρεπεστάτῳ καὶ ἐνδοξοτάτῳ στρατηλάτῃ Κυρίλλῳ παρὰ τοῦ σοῦ δούλου Ἀλῶτος εἰρηνάρχου Καμίνων. ἐγεγραφήκειν εἰς τὸ σὸν μέγεθος περὶ τοῦ υἱοῦ Ἄπα Νακίου ὅτι προσέσχον αὐτὸν εἰς τὸ πιττάκιον σοῦ. μὴ ἐάσῃς τινὰ παρελθεῖν αὐτῷ …ει… ἤδη κ…ασθη καὶ ἴδου Εὐλύσου ἔφερεν ἀπόκρισιν ἐπʼ ὀνόματος τοῦ σοῦ μεγέθους ὅτι ὁ υἱὸς Ἄπα Νακίου εἰς τὸ πιττάκιον ἀλλότριός ἐστιν καὶ τὸ ὁλοκόττινον τω γινα…ε δοῦναι εἰς τὴν δόσιν Εὐλύσου λογίζεται καὶ ἴδου ἔβαλεν τὸ ὁλοκόττινον αὐτοῦ ἔβαλεν αὐτὸ εἰς τὴν ἀπαίτησιν θέλησον ἀπαιτήσειν αὐτὸν ἄλλο ἕνα καὶ ἐζήτησεν ἀπελθεῖν ἀπὸ τῆς κώμης καὶ οὐκ εἴασα αὐτὸν ἐκτὸς τοῦ ἐμοῦ δεσπότου. οἶδεν γὰρ τὸ μέγεθός σου ὅτι οὐ θέλω τινὰ ἔγγιστά μου εἰ μὴ τοὺς ἐμοὺς ἀδελφοὺς καὶ ἔγραφες μοι διʼ αὐτὸν, ἐποίησα ὡς ἐκελεύσεν ἡ σὴ ἐξουσία, δέσποτα. τῷ ἐμῷ δεσπότῃ τῷ μεγαλοπρεπεστάτῳ στρατηλάτῃ Κυρίλλῳ.