Ancient Greek
P.Lond. 5 1794
Documentary Papyri, P.Lond. 5 1794
Not analysed yet
χμγ μετὰ τὴν ὑπατείαν Φλαυίου Λογγίνου τοῦ λαμπροτάτου Παῦνι κζ ια ἰνδικτίονος. Αὐρήλιοι Ἰσίδωρος Ἀσκληπιάδου μητρὸς Θέκλας καὶ Δωρόθεος Φοιβάμμωνος μητρὸς Θέκλας ἀμφότεροι ὀπωρῶναι ἀπὸ τῆς Ἑρμουπολιτῶν ἀλλήλοις χαίρειν. ὁμολογοῦμεν ἑτοίμως ἔχειν κοινωνεῖν ἀλλήλοις εἰς τὴν προειρημένην τεχνὴν ὀπωρωνῶν πρὸς ἐνιαυσιαῖον χρόνον λογιζόμενον ἀπὸ τῆς προγεγραμμένης σήμερον ἡμέρας ἥτις ἐστὶν Παῦνι ἑβδόμη καὶ εἰκὰς λήξεως τῆς παρούσης ἑνδεκάτης ἰνδικτίονος ἐπὶ κοινῷ λήμματι καὶ ἀναλώματι καὶ οὕτω ἡμᾶς παρασχεῖν κοινῶς τα…ια ἀναλώματα τῆς αὐτῆς τεχνῆς καὶ μετὰ τὴν ἀπόδοσιν τῶν φόρων καὶ τῶν ἀναλωμάτων …αστων …ησο…ε… θηλη…εως …κατὰ τὸ …ὁμολογία Ἰσιδώρου Ἀσκληπιάδου καὶ Δωροθέου Φοιβάμμωνος.