Ancient Greek
1940.r.1.1 to 1940.r.2.54
Documentary Papyri, P.Lond. 7 1940.r.1.1-1940.r.2.54
Not analysed yet
ἔτους κη. λόγος παρὰ Δημητρίου ὑπηρέτου. ἔχω παρὰ Ζήνωνος ἐν Βουβάστωι διὰ Πέλοπος τοῦ ἀποστολέως εἰς τὰ ναῦλα ἀργυρίου δραχμὰς υμα ὀβολὸν ἡμιωβέλιον τέταρτον ὀβολοῦ καὶ παρὰ Ἀριστέως διʼ ἐπιστολῆς Ζήνωνος ὧν σύμβολον πεποιήμεθα χαλκοῦ δραχμὰς υι τετρώβολον γίνονται δραχμαὶ ωνβ ἡμιωβέλιον ἀπὸ τούτου ἀνήλωται εἰς τὰ ναῦλα σίτου τοῦ ἐμβληθέντος ἐκ τοῦ Κολχονουφίτου μέτρωι ἀποδοχικῶι πυρῶν ἀρταβῶν Γιζ ὡς τῶν ρ ἀρταβῶν δραχμῶν κβ γίνονται δραχμαὶ χξγ τριώβολον ἡμιωβέλιον. τούτου τὸ ἥμισυ ἀργυρίου δραχμαὶ τλα πεντώβολον τέταρτον ὀβολοῦ καὶ χαλκοῦ δραχμαὶ τλα πεντώβολον τέταρτον ὀβολοῦ καὶ τῆς κριθῆς ναῦλον μέτρωι ἀποδοχικῶι ἀρταβῶν ωκϛ 𐅵δ ὡς τῶν ρ ἀρταβῶν δραχμῶν ιϛ τετρωβόλου γίνονται δραχμαὶ ρλζ τετρώβολον ἡμιωβέλιον τέταρτον ὀβολοῦ. τούτου τὸ ἥμισυ ἀργυρίου δραχμαὶ ξη πεντώβολον τέταρτον ὀβολοῦ χαλκοῦς καὶ χαλκοῦ δραχμαὶ ξη πεντώβολον τέταρτον ὀβολοῦ χαλκοῦς γίνονται τὸ πᾶν ἀργυρίου δραχμαὶ υ τετρώβολον ἡμιωβέλιον χαλκοῦς χαλκοῦ δραχμαὶ υ τετρώβολον ἡμιωβέλιον χαλκοῦς λοιπὸν ὑπερέχω ἀργυρίου δραχμὰς μ τριώβολον χαλκοῦν καὶ χαλκοῦ δραχμὰς θ πεντώβολον τέταρτον ὀβολοῦ χαλκοῦν ἔχομεν δὲ καὶ εἰς τὸ διαχειριστικὸν καὶ φόρετρα παρὰ Ζήνωνος ἐν Βουβάστωι ἀργυρίου δραχμὰς ρδ ἀπὸ τούτου ἀνήλωται διαχειριστικὸν τοῖς ναυκλήροις τῶν ρ ἀρταβῶν δραχμαὶ β ἀρταβῶν Γιζ καὶ κριθῆς ἀρταβῶν ωκϛ 𐅵δ ὡς τῶν ρ ἀρταβῶν δραχμῶν β γίνονται δραχμαὶ οζ τριώβολοντέταρτον ὀβολοῦ ἀργυρίου τὸ ἥμισυ δραχμαὶ λη τετρώβολον ἡμιωβέλιον χαλκοῦς καὶ χαλκοῦ λη τετρώβολον ἡμιωβέλιον χαλκοῦς ὑποζυγίοις τοῖς καταγαγοῦσι ἐπὶ τὸν ποταμὸν πυρῶν ἀρταβῶν Γιζ τῶν ρ ἀρταβῶν δραχμαὶ β τετρώβολον ἀφαιρουμένου δὲ τοῦ ἐφέκτου διωβόλου τετάρτου ὀβολοῦ χαλκοῦ λοιπὸν δραχμαὶ β ὀβολὸς ἡμιωβέλιον χαλκοῦς γίνονται χαλκοῦ ξη τριώβολον καὶ κριθῆς ἀρταβῶν ωκϛ 𐅵δ τῶν ρ ἀρταβῶν δραχμὴ α τριώβολον ἀφαιρουμένου τοῦ ἐφέκτου γίνονται χαλκοῦ δραχμαὶ ιβ ὀβολὸς ἡμιωβέλιον τέταρτον ὀβολοῦ ὑπερέχω ἀργυρίου δραχμὰς ξε ὀβολὸν τέταρτον ὀβολοῦ χαλκοῦν χαλκοῦ δὲ ὑπεραναλίσκω δραχμὰς ριθτριώβολον τέταρτον ὀβολοῦ χαλκοῦν ἔχω παρὰ Ἀριστέως διὰ τραπέζης εἰς τὸν καταχθέντα σῖτον ἐκ τοῦ Γυναικοπολίτου ἐξ Σύρων κώμης εἰς τὰ ναῦλα καὶ ἀνηλώματα ἀργυρίου δραχμὰς μδ καὶ χαλκοῦ δραχμὰς με ἄλλας ἀργυρίου μη ἄλλας δραχμὰς κ γίνονται ἀργυρίου δραχμαὶ ριβ χαλκοῦ δραχμαὶ με τὸ πᾶν ρνζ ἀπὸ τούτου ἀνήλωται εἰς ναῦλα διʼ Ἀττίνου τοῦ παρὰ Δημητρίου ἀρταβῶν ψμ ὡς τῶν ρ ἀρταβῶν δραχμῶν ιβ γίνονται δραχμαὶ πθ τούτου ἀργυρίου μδ