Ancient Greek
P.Lond. 7 1951
Documentary Papyri, P.Lond. 7 1951
Not analysed yet
Μένης Ζήνωνι χαίρειν. παρα…αι οἱ ἀγαγόντες εἰς τὰ Ἀμύντου Δόνακα καὶ τὸν παρὰ Ζηνοδώρου …γετο γὰρ ἀναχθήσεσθαι ἤδη. συνειλήφαμεν δὲ καὶ …κος παιδάριον καὶ ἔστι ἔσω. ἀπεστάλκαμεν δέ σοι Δόνακα κομίζοντα τὰς παραγενομένας μερίδας, παρὰ Μεγακλέους τοῦ ἐπὶ τ…ν μόσχειον, παρὰ Σατυρίωνος τοῦ ἐκ Κύπρου οἰκονόμου σκέλος μόσχειον, παρὰ …ράτωνος τοῦ ἐπὶ τῶν προσταγμάτων πλευράν… …ἔρρωσο. ἔτους κθ, Δαισίου κ. Μένης περὶ Δόνακος καὶ τοῦ Ζηνοδώρου Ζήνωνι. παιδός, καὶ περὶ μερίδων. ἔτους κθ, Δαισίου κ, ἐν Ἀρσινόηι.