Ancient Greek
P.Lond. 7 1964
Documentary Papyri, P.Lond. 7 1964
Not analysed yet
Ἀρτεμίδωρος Ζήνωνι χαίρειν. καλῶς ἂν ποιήσαις ἀποστείλας ἡμῖν πάντων τῶν κτηνῶν ὧν ἠγόρακας τὴν τιμὴν ἵνα εἰς τὸν Ἀπολλωνίου λόγον κατατάξωμεν. γέγραφεν γὰρ ἡμῖν Ἀπολλώνιος ἐμβαλεῖν τὴν τιμὴν τῶν πεπραμένων κτηνῶν εἰς τὸν αὑτοῦ λόγον. ἔρρωσο. ἔτους λ, Ἐπείφι η. ἔτους λ Πανήμου θ Ἐπεὶφ θ. Ζήνωνι. Ἀρτεμίδωρος κτηνῶν.