Ancient Greek
P.Lond. 7 1973
Documentary Papyri, P.Lond. 7 1973
Not analysed yet
Ἀπολλώνιος Ζήνωνι χαίρειν. ὡς ἂν ἀναγνῶις τὴν ἐπιστολήν, ἀπόστειλον εἰς Πτολεμαίδα τά τε ἁρμάτια καὶ τὰ λοιπὰ βαδιστικὰ πορεῖα καὶ τὰς νωτοφόρους ἡμιόνους ὥστε τοῖς παρὰ Παιρισάδου πρεσβευταῖς καὶ τοῖς ἐξ Ἄργους θεωροῖς οὓς ἀπέσταλκεν ὁ βασιλεὺς κατὰ θέαν τῶν κατὰ τὸν Ἀρσινοίτην. καὶ φρόντισον ἵνα μὴ καθυστερήσηι τῆς χρείας. ὅτε γὰρ ἐγράφομέν σοι τὴν ἐπιστολὴν ἀνεπεπλεύκεσαν ἤδη. ἔρρωσο. ἔτους λβ, Πανήμου κϛ, Μεσορὴ α. ἔτους λβ, Μεσορὴ β, Ἀπολλώνιος Ζήνωνι. ὥρας ι. περὶ τῶν τοῖς παρὰ Παιρισάδου καὶ Ἀργείοις πρεσβευταῖς πορείων.