Ancient Greek
P.Lond. 7 1982
Documentary Papyri, P.Lond. 7 1982
Not analysed yet
Ἑρμόλαος Ζήνωνι χαίρειν. εἰ ἔρρωσαι, ἔχοι ἂν καλῶς. ὑγίαινον δὲ καὶ ἐγώ. ἀπεστάλκαμεν Κόρραγον παραλαβεῖν τὸν παρὰ σοὶ ὑπάρχοντα κρότωνα καὶ παρακομίσαι. καλῶς οὖν ποιήσεις συντάξας μισθώσασθαι αὐτῶι ὑποζύγια ἵνα ἐν τάχει παρακομίσηι. ἔρρωσο. ἔτους λδ, Μεχὶρ ιε. Ζήνωνι.