Ancient Greek
P.Lond. 7 1997
Documentary Papyri, P.Lond. 7 1997
Not analysed yet
Σπονδάτης Ζήνωνι χαίρειν. ἐκόπη τὰ συκαμίνινα ξύλα καὶ ἔδωκα τῶι ναυκλήρωι. καὶ ἀπέσταλκα Τοτοῆν ἄγοντα τὸν χηνοβοσκὸν τὸν λαβόντα παρʼ ἐμοῦ λευκομετώπους ε ἃ ἔφατο λιμναίους γενέσθαι. γ ἃ οὐκ ἔδειξεν ἡμῖν. φέρει δύο . διὸ τὰ τρία εἴσπραξον αὐτόν. …αλη …εἰς Κερκήν, καὶ τὰ ἓξ κεράμια τοῦ οἴνου. καὶ ἐκήρυξα τὸν βουλόμενον λίνον τίλλειν παραγενέσθαι πρός με καὶ μισθὸν λαμβάνειν. οἱ δὲ ἔλεγον πότερον χαλκοὺς ἢ λίνον. τὴν δὲ ἀπόφασιν οὐκε… …μὴ γράψαι σε χαλκοὺς… ἔρρωσο. ἔτους λε, Χοίακ β… Ζήνωνι.