Ancient Greek
P.Lond. 7 2006
Documentary Papyri, P.Lond. 7 2006
Not analysed yet
Ἰάσων Ζήνωνι χαίρειν. γίνωσκε Πετοβάστιν τὸν ἐν Σύρων Κώμηι οὐ διδόντα τοῖς κτήνεσιν χόρτον οὐδὲ τοῖς σώμασιν σιτομετρίαν. παρεγενήθησαν οὖν πρός με Ἀσκληπιάδης καὶ Ἀπολλωνίδης καὶ οἱ λοιποὶ ποιμένες φάμενοι ἐνοφείλεσθαι αὐτοῖς ὀψώνιον μηνῶν ϛ καὶ μὴ δύνασθαι ὑπομένειν μηθὲν λαμβάνοντάς. παρακαλέσας οὖν αὐτοὺς καὶ δοὺς ἑκάστωι μικρὸν ἀπέστειλα ἕως τοῦ σοὶ γράψαι περὶ τούτων. οὐδὲ γὰρ ἐμοὶ παράκειται ὅθεν διδῶ, οὔτε γὰρ τὸν φόρον τοῦ βαλανείου λαμβάνομεν οὔτε τῶν ὑποζυγίων. ὁ γὰρ Γλαυκίας οὔ φησιν ἐκποιεῖν. αὑτῶι. καὶ τὸν τυρὸν ὃν γράφεις ἡμῖν παραλαμβάνειν ἐκ ι δραχμῶν τὸ τάλαντον οὐχ εὑρίσκει τὸ τάλαντον ἀλλʼ ἢ δραχμὰς ϛ. καλῶς δὲ ποιήσεις καὶ Θευδώρωι τῶι τοκιστῆι γράψας περὶ τῶν ψιλῶν καὶ ἡμιψιλίων καὶ τῶν ἱδρώιων. ἐθήκαμεν γὰρ αὐτὰ ἐνέχυρα ἐν τῶι Χοίαχ ἀργυρίου δραχμὰς π ὡς τῶν δ δραχμῶν τόκος ἡμιωβέλιον ὀβολοῦ τέταρτον . ἐξενήνοχεν γὰρ αὐτὰ πλεονάκις εἰς τὴν ἀγορὰν ὡς ἀποδωσόμενος παρὰ τὸ μηδὲ τὸν τόκον αὐτὸν κομίσασθαι. διαμεμάρτυρται οὖν μοι ἐπὶ πλεόνων κομίσεσθαι. ἠξίωκα οὖν αὐτὸν ἐπισχεῖν ἕως κ τοῦ Παχώνς. φρόντισον οὖν ἵνα πραθῆι. ἔρρωσο. ἔτους λη, Παχὼνς δ. Ζήνωνι.