Ancient Greek
P.Lond. 7 2009
Documentary Papyri, P.Lond. 7 2009
Not analysed yet
…καὶ ἐν τῶι β ἔτει …τῆι ζ εἰς τὴν η ἦλθεν μετά μεθυόντων …τινων καὶ ἔκρουσεν τὴν θύραν κελεύων ἄνοιξον ἵνα πίωμεν. ἐμοῦ δὲ προσφώνήσαντος αὐτῶι οὐκ ἔχω οἶνον οὐδὲ ἀνοίγω νύκτα, ἔλεγέν μοι ἀνοῖξαι, καὶ ἄλλου προπεμπομένου προσεῖχον ἀνοῖξαι, ἐξεμόχλευεν τὴν θύραν ταῖς μαχαίραις καὶ ῥάβδοις. ἀναπηδήσαντος δέ μου ἄνω ἐπὶ τοῦ δώματος βοῶντος οὕτως ἀπηλλάγη. ἀξιῶ οὖν σε γράψαι ὧι καθήκει ἀποστεῖλαι πρός σε ἵνα ἐὰν ἃ γράφω ἀληθῆ, τύχω τοῦ δικαίου. εὐτύχει.