Ancient Greek
P.Lond. 7 2011
Documentary Papyri, P.Lond. 7 2011
Not analysed yet
Παταικίων Ζήνωνι χαίρειν. ἀκηκόαμεν παρὰ Πύρρου τοὺς αἰπόλους ἀναχωρεῖν. τὸν μὲν οὖν Λιμναῖον ἔφη ἤδη ἀπεληλυθέναι, Δημήτριον δὲ πρὸς τούτωι εἶναι. καὶ περὶ Ἑρμίου δὲ ἔφη παρακηκοέναι. γέγραφα οὖν σοι ἵνα εἰδῆις. σὺ οὖν φρόντισον περὶ τούτων ὥς σοι δοκεῖ. ἔρρωσο. ἔτους δ, Χοίαχ κδ. Ζήνωνι.