Ancient Greek
P.Lond. 7 2013
Documentary Papyri, P.Lond. 7 2013
Not analysed yet
Δημήτριος Ζήνωνι χαίρειν. Δημέας μὲν ἀποπέπτωκεν ἀπὸ τῆς τραπέζης, τὸν δὲ λόγον λαμβάνομεν παρὰ Πεισιστράτου τοῦ Χελλῶνος οἰκείου ὃς ἀντιγράφεται τὴν τράπεζαν παρὰ τοῦ οἰκονόμου. ὡς ἂν οὖν λάβω τὰ πτώματα καὶ τὴν διάπρασιν τὴν γεγενημένην, ἀποστελῶ σοι ἐν τάχει ἕως Ἐπαγομένων. τὰ δὲ λοιπὰ κατὰ λόγον προχωρεῖ. ἔρρωσο. ἔτους δ, Θωὺθ ϛ. Ζήνωνι.