Ancient Greek
P.Lond. 7 2015
Documentary Papyri, P.Lond. 7 2015
Not analysed yet
βασιλεύοντος Πτολεμαίου τοῦ Πτολεμαίου καὶ Ἀρσινόης θεῶν ἀδελφῶν ἔτους ϛ ἐφʼ ἱερέως Ταντάλου τοῦ Κλεονίκου Ἀλεξάνδρου καὶ θεῶν ἀδελφῶν καὶ θεῶν εὐεργετῶν, κανηφόρου Ἀρσινόης Φιλαδέλφου Σιμαρίου τῆς Ἰσοκράτους, μηνὸς Ξανδικοῦ ιβ ἐν Μέμφει. τάδε διέθετο νοῶν καὶ φρονῶν …Μακεδὼν τῶν Αἰνέου κληροῦχος ἀρουρῶν ρκ ὡς ἐτῶν ξε μέσος τετραγωνίας σκνιφὸς οὐλαὶ μετώπου ἀριστεροῦ μέρους καὶ ἐπὶ σιαγόνι δεξιᾶι καὶ ὑπὸ μῆλον καὶ ὑπὲρ χεῖλος τὸ ἄνω εἴη μέν μοι ἐφʼ ὃν χρόνον ὑγιαίνω τὰ ἐμαυτοῦ διοικεῖν, ἐὰν δέ τι ἀνθρώπινον πάθω, καταλείπω τὸν μὲν κλῆρον …καὶ τὰς προσούσας …τεῖλεν… …τοβ… …α φιλάνθρωπα π…ν… …α παρὰ Ἀντιπάτρου… …α παρα… …ο χρήσιμα ……ωι Ἀρτεμιδωρ… …φη εἶναι …