Ancient Greek
P.Lond. 7 2026
Documentary Papyri, P.Lond. 7 2026
Not analysed yet
Ἀσκληπιάδης Ζήνωνι χαίρειν. Φίλων ὁ ἀποδεδωκώς σοι τὴν ἐπιστολήν ἐστιν ἡμῖν ἐν γνώσει ἐπὶ πλέον, ἀναπέπλευκεν δὲ ἐσόμενος πρός τισι μέρεσι τῶν παρὰ Φιλίσκωι γραμμάτων, συνεστάμενος ὑπὸ Φιλέου καὶ ἄλλων λογιστῶν. καλῶς οὖν ποιήσεις γινώσκων τε αὐτὸν καὶ εἰς ἄλλους παρακαλῶν τῶν καλῶς ἐχόντων, προθύμως αὐτῶι συνεργῶν καὶ ἡμῶν ἕνεκεν καὶ αὐτοῦ τοῦ νεανίσκου. ἔστιν γὰρ ἄξιος ἐπιμελείας, ὡς καί σοι αὐτῶι δῆλον ἔσται ἐὰν λαμβάνηις αὐτὸν εἰς τὰς χεῖρας. ἔρρωσο. …Ζήνωνι …α