Ancient Greek
P.Lond. 7 2036
Documentary Papyri, P.Lond. 7 2036
Not analysed yet
ὑπόμνημα Ζήνωνι παρὰ Ἰσιδώρας. τί ἐστιν ὅτι με ἀδικεῖ Μάρων φάμενος ὀφείλειν με τέσσαρας χρυσοῦς; ἐγὼ δὲ κατέβαλλον καθʼ ἡμέραν τὸ γινόμενον ἡμερῶν ἓξ ἀνὰ δραχμὰς ϛ. ἐπεὶ δέ μοι οὐκ ἐξεποίει, ἦλθόν σοι ἀξιοῦσα ἀφεῖναί μοι καὶ ἐπεχώρησας δραχμὰς δ τὴν ἡμέραν ἡμερῶν η. ἐγλιπόντος δὲ τοῦ ὕδατος, ὡς ἐμάχου μοι ξένων ἐλθόντῶν ὅτι οὐκ ἔστι ὕδωρ, ὤρυσσον καὶ ἔλουον φρεατιαίωι, καὶ συνέταξάς μοι φέρειν δραχμὴν α τριώβολον ἡμερῶν ἐννέα . καὶ ἧι ἡμέραι τὸ ὕδωρ ἦλθεν αὐτὸς σὺ ἐλογίσω. νῦν δέ φασιν Μάρων καὶ Πύρων ἀνοίσειν Ἀπολλωνίωι ὀφείλουσάν με χρυσοῦς τέσσαρας . εἰ οὖν δοκεῖ σοι ἐπίσκεψαι περὶ τούτων ἵνα μὴ ἀδικηθῶ. καὶ περὶ τοῦ μεγάλου βαλανείου σύνταξον διαλογίζεσθαί μοι αὐτοὺς ἕως σὺ ἐνδημεῖς.