Ancient Greek
P.Lond. 7 2041
Documentary Papyri, P.Lond. 7 2041
Not analysed yet
Ζήνωνι χαίρειν Μένων. οἶδας μὲν αὐτὸς ὃν τρόπον τὰ ἔργα λυσιτελῶς τε καὶ ἀμέμπτως συντελῶ σοι, πειράσομαι δὲ καὶ ἔτι βελτίον προστῆναι. εἰ οὖν δοκεῖ σοι, σύνταξον δοθῆναί μοι γλεύκους μετρητὴν ὅπως ὑπέρ τε σοῦ καὶ Ἀπολλωνίου σπείσω τῶι δαίμονι τοῦ χωρίου. ἔθος δʼ ἐστιν τοῦτο πανταχοῦ. εὐτύχει.