Ancient Greek
P.Lond. 7 2046
Documentary Papyri, P.Lond. 7 2046
Not analysed yet
Ζήνωνι χαίρειν Πετεερμῶτις γ… παρὰ σοῦ ἐκ τοῦ Σαραπιείου. τὸ ἐντεῦθεν ἐνέτυχόν σοι περὶ τοῦ ἱεροῦ τοῦ γενησομένου τοῦ Ἀρσινόης ἵνα ὧδε γινοίμην. εἰ οὖν σοι δοκεῖ, ἵνα ὑπάρχω καὶ ὧδε παρὰ σοί. εἰμὶ γὰρ οὐ μόνος, ἀλλὰ καὶ οἰκείους ἔχω ἵνα καὶ περὶ τοῦ βασιλέως καὶ τῆς σῆς ὑγιείας προσεύχωμαι. γέγραφα οὖν σοι ἵνα μὴ ἀλλότριος ἐμπέσηι, ἀλλʼ ἐγώ σοι ὑπάρχω. εὐτύχει.