Ancient Greek
P.Lond. 7 2052
Documentary Papyri, P.Lond. 7 2052
Not analysed yet
ὑπόμνημα Ζήνωνι παρὰ Σωσικράτους τῶν πρότερον ὄντων Ἀπολλωνίου τοῦ γενομένου διοικητοῦ νῦν δʼ ὄντων Παιδέου. ἐάν τις παραβάληι, συνσχεῖν καὶ ἡμῖν γράψαι. Πίνδαρον Λύκιον διάκονον ὡς ἐτῶν κθ μέσον μελίχρουν σύνοφρυν ἐπίγρυπον, οὐλὴ ὑπὸ γόνυ ἀριστερόν. καὶ Φιλωνίδην ὃς καὶ Βελτενοῦρις καλεῖται, ὡς ἐτῶν κδ μέσον μελίχρουν, οὐλαὶ ἐπʼ ὀφρύι ἀριστερᾶι καὶ ὑπὸ χεῖλος ἐκ δεξιῶν. καὶ τῶν Ἀλεξάνδρου τοῦ ὁμηρεύσαντος Φιλῖνον Βαβυλώνιον τριβέα ὡς ἐτῶν μδ βραχὺν μελανχρῆ ἐπίγρυπον σύνοφρυν, φακὸν ἔχοντα παρὰ τὸν ἀριστερὸν κρόταφον. καὶ Ἀμύνταν Μῆδον συνωριστὴν ὡς ἐτῶν λδ μέσον μελανχρῆ, οὐλαὶ μετώπωι καὶ ῥινί.