Ancient Greek
P.Lond. 7 2059
Documentary Papyri, P.Lond. 7 2059
Not analysed yet
Φιλόξενος Ζήνωνι χαίρειν. καὶ παρόντα μέν σε ἠξίωσα τὸν μύλον ἀποστεῖλαί μοι, καὶ γέγραφα πλεονάκις, καὶ νῦν δὲ καλῶς ἂν ποιήσαις, εἰ ἐνδεχόμενόν ἐστιν, ἀποστείλας. χρείαν γὰρ ἔχομεν. εἰ δὲ μὴ ἐνδέχεται κομίσασθαι, γράψον μοι. αἰσχύνομαι γὰρ περὶ οὐδενὸς πλεονάκις σε ἐνοχλῶν. ἔρρωσο. Ζήνωνι.