Ancient Greek
P.Lond. 7 2061
Documentary Papyri, P.Lond. 7 2061
Not analysed yet
Ψενταῆς Ζήνωνι χαίρειν. ἀπὸ Φαῶφι λειτουργῶ ἐγὼ καὶ τὰ παιδάριά μου καὶ ὁ γεωργός μου. ἐγώ σοι τὸ ἥμισυ τῶν χιλίων ἀρουρῶν ἐπότισα. μισθὸν οὐκ ἔλαβον παρὰ σοῦ, ἀλλὰ σωμάτων πέντε δοὺς χαλκοὺς πρόεσμεν εὐτονώτερον. ἵνα Ἀπολλωνίωι με προσαγάγηις. τὴν γῆν ἣν ἐγεώργουν κίκι ἔσπειρας. τρέφω σώματα ἕνδεκα . ἔχω παρὰ σοῦ δραχμὰς δεκαδύο διμήνου ὀψωνίου καὶ κριθῶν ἀρτάβας δύο . ἐν Φιλαδελφείαι ὠικοδόμηκα οἰκίαν. ἀνήλωκα δραχμὰς δεκαέξ . ἢν δέ σοι δοκῆι, σύνταξον ἀποδοῦναί μοι τὸ ὀψώνιον καὶ τὴν σιτομετρίαν ὅπως σιτωνήσω, τοῦ σίτου εὐώνου ὄντος, καὶ τὰς ἓξ δραχμάς. σύνταξον ἀποδοῦναι τὸ λοιπὸν τῶν εἴκοσι ἀρουρῶν καὶ τεσσάρων τῆς ἐπικοπάδος. οὐ γάρ σοι ἔδωκεν Ἄνοθις ἐν προσαγγέλματι. οὐκ ἦν ξύλα πολλὰ ἀλλὰ καλάμαι πολλαὶ καὶ θρίδακες. καὶ ἐν ὑπομνήματι δέδωκά σοι. ἔρρωσο.