Ancient Greek
P.Lond. 7 2074
Documentary Papyri, P.Lond. 7 2074
Not analysed yet
ὑπόμνημα Ἀθηναγόραι παρὰ Θεοδώρου ἀρχιτέκτονος τοῦ Ἀρσινοίτου νομοῦ. ἀφʼ οὗ τέταγμαι τοῖς ἔργοις ἀρχιτεκτονικοῖς οὔτε ὀψώνιον δέδοται ἡμῖν οὔτε σιτομετρία ἀπὸ ἔτους λϛ, οἱ δὲ ὑπηρετοῦντες ἡμῖν οὐχ ὑπομενοῦσιν ἐὰν μή τι ἐπαρκῶμεν αὐτοῖς. ἵνα οὖν μὴ ἐγκαταλειφθῶμεν ὑπʼ αὐτῶν καὶ διὰ τοῦτο τῶν ἔργων τι καθυστερήσηι, καλῶς ποιήσεις γράψας διδόναι ἡμῖν τὸ ὀψώνιον καὶ τὴν σιτομετρίαν. παρεξόμεθα δὲ τὰς χρείας ἀνεγκλήτως τῶι τε διοικητῆι καὶ σοί. ἐδίδοτο δὲ Κλέωνι ἐν Ἀλεξανδρείαι ἡγεμονικὰ δραχμῶν τ καὶ σῖτος ἀκόλουθος, ἐν δὲ τῶι Ἀρσινοίτηι εἰς ὑπηρέτας δραχμῶν τ πυρῶν ἀρταβῶν ιβ 𐅵κριθῶν ἀρταβῶν κε. εὐτύχει.