Ancient Greek
P.Lond. 7 2190
Documentary Papyri, P.Lond. 7 2190
Not analysed yet
ἔτους ιβ Φαμενὼθ ιε. κριθῆς ἀνηλωτικῶι ἀρτάβαι ιβ. Ἀπολλώνιος Ἀπολλωνίωι χαίρειν. μετρήσατε μετὰ τοῦ ἐπακολουθοῦντος ἀπὸ τῶν γενημάτων τοῦ ιβ ἔτους Ἀπολλωνίωι ἐφόδωι εἴς τε αὐτὸν καὶ ἄλλους ζ ὥστʼ εἶναι η τοῖς ἐκ τοῦ Ἑρμοπολίτου συναπεσταλμένοις τοῖς ἐκ τοῦ αὐτοῦ νομοῦ πορείοις τοῖς μεταγομένοις εἰς τὸ μετὰ τοῦ βασιλέως στρατόπεδον τὴν καθήκουσαν τροφὴν τοῖς ἵπποις ἀπὸ ιϛ τοῦ Φαμενὼθ ἕως ε τοῦ Φαρμοῦθι, τῆς ἡμέρας εἰς ἕκαστον ἵππον χοίνικες γ, 𐅵χοίνικες δ, τὰς πάσας κριθῆς ἀνηλωτικῶι ἀρτάβας δεκαδύο γίνεται ιβ, καὶ σύμβολον ποίησον πρὸς αὐτὸν ὡς εἴθισται. ἔρρωσο. ἔτους ιβ, Φαμενὼθ ιϛ. Ἀπολλώνιος. μέτρησον κριθῆς δεκαδύο, γίνεται ιβ. ἔτους ιβ, Φαμενὼθ ιϛ. …ς Ἀπολλωνίωι