Ancient Greek
P.Lond. 7 2193
Documentary Papyri, P.Lond. 7 2193
Not analysed yet
Ὡρίων Ἁρυώτου ἀγέλης αἰγῶν δραχμὰς τριάκοντα δύο γίνονται λβ ἀγαθῆι τύχηι. νόμος ὃν ἔθεντο κατὰ κοινὸν οἱ ἐκ τῆς τοῦ Διὸς Ὑψίστου συνόδου τοῦτον εἶναι κύριον, καὶ ποιοῦντες καθότι διαγορεύει πρῶτον μὲν προχειρισάμενοι ἐφʼ ἑαυτῶν ἡγούμενον Πετεσοῦχον Τεεφβέννιος, ἄνδρα λόγιον, τοῦ τόπου καὶ τῶν ἀνδρῶν ἄξιον, εἰς ἐνιαυτὸν ἀπὸ τοῦ προγεγραμμένου μηνὸς καὶ ἡμέρας συνεισφόροις δὲ πᾶσι ποιεῖσθαι κατὰ μῆνα πόσιν μίαν α ἐν τῶι τοῦ Διὸς ἱερῶι ἐν αἷς ἐν ἀνδρῶνι κοινῶι σπένδοντες εὐχέσθωσαν καὶ τὰ ἄλλα τὰ νομιζόμενα ὑπὲρ τε τοῦ θεοῦ καὶ κυρίου βασιλέως· ὑπακούσειν δὲ πάντας τοῦ τε ἡγουμένου καὶ τοῦ τούτου ὑπηρέτου ἔν τε τοῖς ἀνήκουσι τῶι κοινῶι καὶ παρέσονται ἐπὶ τὰς δοθησομένας αὐτοῖς παραγγελίας καὶ συνλόγους καὶ συναγωγὰς καὶ ἀποδημίας καὶ μηδενὶ αὐτῶν ἐξέστω συνπε…ματαρχηισειν μηδὲ σχίσματα συνίστασθαι μηδʼ ἀποχωρήσειν ἐκ τῆς τοῦ ἡγουμένου φράτρας εἰς ἑτέραν φράτραν καὶ μὴ γ…νεαγογ… ἕτερος τὸν ἕτερον ἐν τῶι συμποσίωι μηδὲ κακολογήσειν ἕτερος τὸν ἕτερον ἐν τῶι συμποσίωι μηδὲ λαλήσειν μηδὲ ἐπικαλέσειν καὶ μὴ κατηγορήσειν τοῦ ἑτέρου μηδὲ ἀπόρρησιν διδόναι ἐπὶ τὸν ἐνιαυτὸν καὶ μὴ δασύνειν τὰς συμποσίας μηδὲ ἐπείγεσθαι ἀεὶ τόπον εκ τόπου μηδʼ ἀπὸ κλισίας εἰς τὴν ἑτέραν καὶ μὴ κωλύσειν τὸν …δημοσίωι καὶ ἀντὶ τοῦ πρός τε τὰς συμβολὰς καὶ τὰ ἄλλα ἐπὶ …ηπει καὶ εἰσενεγκεῖν ἕκαστος αὐτῶν …ε… ἐὰν δέ τις αὐτῶν πατὴρ γένηται …η…χ…κη Πνεφερῶς β τῆς ἀνὰ χειρο Ασ γ Ἀπολλώνιος ω Σωκράτης γ τῆς ἐνεστώσης Ασ δ Πετοσεῖρις Ασ Πετεσοῦχος β τῆς ἐπὶ χει Ασ γ …ρ Καλεῖβις