Ancient Greek
P.Louvre 1 1
Documentary Papyri, P.Louvre 1 1
Not analysed yet
Κο…ωι στρατηγῶι παρὰ Πανεφρέμμιος τοῦ Τεσήους ἱερέως Σοκνοπαίου θεοῦ μεγίστου. Τῆι κη τοῦ Μεσορὴ τοῦ μβ ἔτους Καίσαρος Παπάις Παπάιτος γέρδιος τῶν ἀπὸ τῆς κώμης ἐπελθὼν ἐφʼ ὃ ἔχω συκήρατον ἐξετρύγησεν βιαίως ὅσον ἠβούλετο. πρὸς ὃν καὶ λογοποιούμενος ἔδωκέν μοι πληγὰς πλείους καὶ κατέαξεν κράνωι τὴν ἀριστερὰν χεῖρα καὶ ἀπηνέγκατό μου χιτῶνα καὶ ζώνην καὶ ἄμην καὶ ἀξείνην, καὶ ἀπʼ ἐκείνου μέχρι τοῦ νῦν κατακλινὴς ἐγενόμην· καὶ βλάβος μοι οὐκ ὀλίγον παρέσχετο ἀδικήσας με καὶ ἐν οἷς γεωργῶ δημοσίοις. ἀξιῶ οὖν ἀχθῆναι τὸν ἐγκαλούμενον ἐπὶ σὲ …