Ancient Greek
P.Louvre 1 14
Documentary Papyri, P.Louvre 1 14
Not analysed yet
ἔτους πέμπτου Τιβερίου Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ, μηνὸς Ἀπελλαίου πεντεκαιδεκάτῃ, Φαῶφι ιε, ἐν τῇ Σοκνοπαίου Νήσῳ τῆς Ἡρακλείδου μερίδος τοῦ Ἀρσινοίτου νομοῦ. ὁμολογία Μενέλαως Στοθήτιος ὡς ἐτῶν πεντήκοντα ,οὐλὴ μετώπῳ ἐξ ἀριστερᾶς, Στοθῆτι πρεσβυτέρῳ Ἁρπαγάθου ὡς ἐτῶν τεσσεράκοντα πέντε ,οὐλὴ χειρὶ ἀριστερᾷ, πεπρακέναι αὐτῷ τὸν ὑπάρχοντα αὐτῷ ὄνον ἄρρενα πρωτοβόλον πυρρὸν τοῦτον τοιοῦτον ἀναπόρριπτον καὶ ἀπέχει τὴν συγκεχωρημένην τιμὴν πᾶσαν ἐκ πλήρους, καὶ βεβαιώσει πάσῃ βεβαιώσει ἐπὶ τὸν ἅπαντα χρόνον. ὑπογραφεὺς τῶν ὁμολογούντων Παπάις Παορζήως ὡς ἐτῶν τριάκοντα πέντε ,οὐλὴ ἀντικνημίῳ ἀριστερῷ. ●Μενέλαος Στοθήτιος ὁμολογῶ πεπρακέναι Στοθῆτι πρεσβυτέρῳ Ἁρπαγάθου τὸν ὑπάρχοντά μοι ὄνον ἄρρενα πρωτοβόλον πυρρὸν τοῦτον τοιοῦτον ἀναπόρριπτον καὶ ἀπέσχον τὴν τιμὴν πᾶσαν ἐκ πλήρους καὶ βεβαιώσω πάσῃ βεβαιώσει καθότι πρόκειται. ὑπέγραψε Παπάις ὑπὲρ αὐτῶν μὴ εἰδότων αὐτῶν γράμματα. ἔτους ε' Τιβερίου Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος, μηνὸς Φαῶφι ιε. ἀναγέγραπται διὰ τοῦ ἐν τῇ Σοκνοπαίου Νήσῳ γραφείου.