Ancient Greek
P.Louvre 1 32
Documentary Papyri, P.Louvre 1 32
Not analysed yet
ἔτους λ Μάρκου Αὐρηλίου Κομμόδου Ἀντωνίνου Σεβαστοῦ, Θὼθ α. διέγραψε διὰ Σώτου καὶ μετόχων πρακτόρων ἀργυρικῶν κώμης Σοκνοπαίου Νήσου Στοτοῆτις Παβοῦτος ὑπὲρ τελέσματος καμήλων τοῦ διεληλυθότος κθ ἔτους δραχμὰς εἴκοσι προσδιαγραφομένων μίαν ὀβολὸν ἡμιωβέλιον γίνονται δραχμαὶ κα ὀβολὸν ἡμιωβέλιον. Ἁθὺρ κγ ὑπὲρ κθ ἔτους ἄλλας δραχμὰς δέκα προσδιαγραφόμενα, γίνονται δραχμαὶ ι.