Ancient Greek
P.Louvre 2 108
Documentary Papyri, P.Louvre 2 108
Not analysed yet
Σοκνοπαίου Νήσου κάμηλοι δ πῶλοι β. Πτολεμαίῳ στρατηγῷ καὶ Ἑρμαίῳ τῷ καὶ Δρύτωνι βασιλικῷ γραμματεῖ Ἀρσινοίτου Ἡρακλείδου μερίδος παρὰ Ταουήτιος τῆς Τεσείους ἀπὸ κώμης Σοκνοπαίου Νήσου μετὰ κυρίου τοῦ ἀνδρὸς Οὐήτιος τοῦ Πετεύριος. τῷ ε ἔτει ἀπεγραψάμην περὶ τὴν κώμην καμήλους τελείους τρεῖς πῶλον ἕνα. ὁ δὲ πῶλος τέλειος ἐγένετο· τῶν ἐπὶ τὸ αὐτὸ καμήλων τελείων τεσσάρων ἀπογράφομαι εἰς τὸ ἐνεστὸς ϛ ἔτος Ἁδριανοῦ Καίσαρος τοῦ κυρίου σὺν τοῖς ἐπακολουθοῦσι πώλοις δυσί. κατεχωρίσθη στρατηγῷ· κάμηλοι τέσσαρες πῶλοι δύο, ἔτους ϛ Ἁδριανοῦ τοῦ κυρίου, Μεχεὶρ γ. κατεχωρίσθη βασιλικῷ γραμματεῖ· κάμηλοι δ πῶλοι δύο, Μεχεὶρ γ. Δῖος ἐξηρίθμησα. βασιλικὸς γραμματεὺς ἐξηρίθμησα.