Ancient Greek
P.Louvre 3 200
Documentary Papyri, P.Louvre 3 200
Not analysed yet
Νέπως Θεογείτονι τῷ ἀδελφῷ χαίρειν. πρὸ μὲν πάντων εὔχομαί σε ἐρρῶσθαι, ἔρρωμαι δὲ κἀγὼ μετὰ τῶν ἐμῶν πάντων καὶ προκόπτω. ἔγραψα συστατικήν σοι τῷ βενεφικιαρίῳ Ὀκταουίῳ Σαγίττᾳ τῷ ἀδελφῷ …χοντα τὴν σὴν μερίδα ἵν’, ἄν τινος χρείαν ἔχῃς, προσάγῃς αὐτῷ· καὶ ἐάν ποτε ἔλθῃς εἰς Ταπόσιριν, ἐλθὲ πρὸς ἐμέ. ἄσπασαι Α …αν καὶ Ὡρίωνα τὸν ἀδελφὸν καὶ τοὺς δύο Ὡρίωνας καὶ τὴν σύμβιον σου καὶ Θεογείτονα τὸν ἀδελφόν· καὶ μάντευσαι τὸν θεὸν περὶ ἐμοῦ, ὃ ἐὰν βούλῃ. ἐρρῶσθαι σε εὔχομαι. παρ’ Ἰουλίου Νέπωτος ὀπτίωνος ἱππέων ἀπόδος Θεογείτονι εἰς τὴν Νῆσον.