Ancient Greek
P.Louvre 3 221
Documentary Papyri, P.Louvre 3 221
Not analysed yet
ὑπομνηστικὸν τοῦ κυρίου Στεφάνου παρ’ ἐμοῦ Εὐγενίου νοταρίου ἀδελφοῦ σου ὥστε σε εἰσερχόμενον ἐν Ἀλεξανδρείᾳ κρατῆσαι τὸν στρουθ- τὸν ἐπιθέτην καὶ ἀπαιτῆσαι αὐτὸν σφραγῖδι νόμισμα, τουτέστιν εἴκοσι κεράτια. τοῦτο γὰρ δέδωκα αὐτῷ παρουσίᾳ μαρτύρων καὶ οὐκ ἐποίησέν μοι πιττάκιον, ἀλλὰ τὸν υἱὸν αὐτοῦ εἶπεν διδόναι μοι, ἵνα καὶ μάθω αὐτὸν τὸ σκολάκιον. ἰδοὺ οὖν, μή πως ἀμφιβάλῃ πρὸς σέ, καὶ ἀμεριμνίαν ἰδιόχειρον ἐποίησα.