Ancient Greek
P.Louvre 3 230
Documentary Papyri, P.Louvre 3 230
Not analysed yet
ἐπειδὴ ἔπεμψα Χρυσάφιν τὸν σύμμαχον διʼ ἐμὲ εἰς ἀγροὺς ὀφείλοντα ἐνέγκαι ὑμᾶς εἰς τὴν πόλιν χάριν Μαξιμίνου τοῦ ἀδελφοῦ σου, λοιπὸν ἅμα τῇ ἀναγνώσει τῶν γραμμάτων παράσχες Σενουθίῳ ἓν ὁλοκοττίνιον εἰς συμπλήρωσιν τῶν δύο νομισμάτων τοῦ αὐτοῦ Μαξιμίνου. εἰ δὲ καὶ οὐ θέλεις δοῦναι τὰ δύο, κατάλαβε εἰς τὴν πόλιν, ἵνα ὑπάγω μετὰ τῶν ναυτῶν κάτω, καὶ ἐγὼ ἀπαιτω…ω τὸν Μαξιμῖνον …τὰ δύο ὁλοκόττινα. ἤδη γὰρ …τὸν αὐτὸν Σενούθιον τὸ ἄλλο ὁλοκοττίνιον. ἔδωκεν δὲ τῷ αὐτῷ Μαξιμίνῳ τὰ ἓξ ὁλοκόττινα. ἐπίδος μείζοσι χωρίου Ψενύρεως παρὰ Ἰσάκ.