Ancient Greek
P.Lund 2 5
Documentary Papyri, P.Lund 2 5
Not analysed yet
κυρίῳ μου ἀδελφῷ Λεοντίῳ Χρυσαρὶς ἡ θυγάτηρ Ἀμβροσίου χαίρειν. γίνωσκε, ὡς ὅτι ἔμαθον, ὅτι εἰς Ναρμοῦθιν οἰκεῖς πολλοῦ τοῦ χρόνου καὶ οὐκ ἠθέλησα ἐλθεῖν ἐκεῖ πρὸς σὲ δὶα ἐξαγωγὴνδυναμένη ἐνεῖκαι μετʼ ἐμοῦ καὶ Ἠλίαν τὸν κλιβανάριον τὸν διαφέροντά μου καὶ δυνάμενόν σε ἀπαιτῆσαι καὶ πολλοστόν. ὁ αὐτὸς Ἠλίας εἶπέν μοι, ὅτι καὶ γράμματα λαμβάνω παρὰ τοῦ ἐπισκόπου ἢ παρὰ τοῦ βικαρίου πρὸς τοὺς πολιτευομένους, εἴ σε μεθοδεύσουσιν καὶ οὐκ ἠθέληκα διὰ τὸν ἔλαιον, ἵνα μὴ ἐξαγωγὴν πάθῃς. ἐθέλησον οὖν ἀποστεῖλαι τὰ δύο ὁλοκόττινα ἤ, ἂν θελήσῃς, ἔλθω ἐκεῖ. ἀντίγραψόν μοι καὶ ἔρχομαι πρὸς σὲ ἢ ἂν μὲν πάλιν θέλῃς ἀποστεῖλαί μοι τὸ ἥμισυ τέως ἄρτι ἀπόστειλον καὶ μετὰ ὀλίγας ἡμέρας, τὸ πρόλοιπον. ἐρρῶσθαί σε εὔχομαι πολλοῖς χρόνοις, κύριε. ἀπόδος Λεοντίῳ κυμινᾷ παρὰ Χρυσαρίτος θυγατρὸς Ἀμβροσίου.