Ancient Greek
P.Lund 4 1
Documentary Papyri, P.Lund 4 1
Not analysed yet
Κυΐντωι Αἰμιλίωι Σατορνείνωι ἐπάρχωι Αἰγύπτου παρὰ Ἀμμωνίου Ὥρου καὶ Ὀρσενούφεως Πα… καὶ Πετεύριος Πετεύριος ἀπὸ κώμης Βακχιάδος τοῦ Ἀρσινοείτου νομοῦ Ἡρακλείδου μερίδος· τὸ ἔθος ἐστὶ τῶν ἱερέων Σούχου θεοῦ μεγάλου ὀκτάδραχμον ὑπὲρ ἐπικεφαλίων τελεῖν. διαγράφομεν τοῖς πράκτορσι τῆς κώμης, παρʼ ὧν καὶ σύμβολα τυγχάνομεν. μηδὲν ἄλλο …ρεια… τὴν πρὸς τοὺς θεοὺς θρησκείαν. τῶν δὲ φιλούντων, ἡγεμὼν μέγιστε, …το…η…ται…μ… παλαιὸν ἐν κωμ…ξ… ἐθέλομεν …τη…ι διορύγων κ… ιν… αὐτὸς εἰσελθὼν εἰς τὴν οἰκίαν …κελεύων αὐτοὺς εἰς τὰς διώρυγας ἐργάζεσθαι …ἐὰν δὲ μὴ, …α… δραχμὰς ρκ …α…αλλ …ωντα βοηθε θ…ε… προστάξαι διʼ ἱερᾶς ὑπογραφῆς σου τῷ τοῦ νομοῦ στρατηγῶι, ὅπως ἐπαναγκάσῃ τοὺς προγεγραμμένους, ἃς οὐ δεόντως ἠργολάβησαν ἡμᾶς δραχμὰς ἑκατὸν εἴκοσι ἀποκαταστῆσαι ἕως ἐκδικηθῆναι, ἵνα διὰ τὴν σὴν τύχην δυνηθῶμεν προσκαρτερεῖν τῶι ἔργωι, μὴ ἐργολαβούμενοι ὑπὸ μηδενὸς διαγράφοντες τῷ ταμιείῳ τὴν συνήθη ὀκτάδραχμον ὑπὲρ ἐπικεφαλίων, ἵνʼ ὦμεν εὐεργετημένοι. διευτύχει. Ἀμμῶνις καὶ Ὀρσενοῦφις καὶ Πετεῦρις ἐπιδέδωκαν· ἦλθαν αὐτοὶ …ἔτους ζ Ἁθὺρ ιβ. μηδενὸς ἐπεχομένου τῷ κρατίστῳ ἐπιστρατήγῳ ἔντυχε. ἀπόδος.