Ancient Greek
P.Lund 4 9
Documentary Papyri, P.Lund 4 9
Not analysed yet
παρετέθη. Γλαυκίᾳ Ἑρμαΐσκου γεγυμνασιαρχηκότι. καὶ Ἀσκληπιάδῃ ἀντιγυμνασιαρχοῦντι καὶ Σαραπίωνι ἀρχιερατεύσαντι Ἁδριανείου καὶ Ἁρδβῇ τῷ καὶ Ἀπολλωνίῳ διαδόχῳ οραπείας καὶ ἀρχιπροφητείας καὶ …ιαυτ… …μ…η καὶ Παχθεῖνι τῷ καὶ Ἁριμούθῃ τοὶς σὺν αὐτοῖς ἱερογραμματεῦσι. Ψεναθῦμις Πρείσκου ἱερεὺς Σούχου ἱεροῦ κώμης Βακχιάδος τοῦ Ἀρσινοείτου νομοῦ καὶ …ις Πετεύριος ἱερεὺς ἱεροῦ Ἄμμωνος τῆς αὐτῆς κώμης οἱ δύο παρεκομίσαμεν πρὸς τὴν τοῦ ἀποθεωθέντος Ἄπιδος Γλαμηοῦς κηδείαν καὶ ταφὴν ὑπὲρ τῶν προκειμένων ἱερῶν ἑκάστου βύσσου πήχεις …επιτ…