Ancient Greek
P.Lund 6 3
Documentary Papyri, P.Lund 6 3
Not analysed yet
……αργυρ… ἔτους δεκάτου Αὐτοκράτορος Ἀντωνείνου δραχμῶν πεντακοσίων εἴκοσι ὀκτώ. γίνονται δραχμαὶ φκη …ἐπαγομένων πέμπτηι τοῦ ἐνεστῶτος ἔτους …κα…ι… καὶ γράφομαι τῆι αὐτῆι θυγατρί σου διὰ δημοσίου τὴν καθήκουσαν τοῦ γάμου συγγραφήν. ἐὰν δὲ πρὶν γράψωμαι αὐτὴν συμβῆι ἡμᾶς ἐκ διαφορᾶς ἀπαλλαγῆναι καὶ η… βούληται τῆς φερνῆς ἀπαίτησιν ποιεῖσθαι, ἀποδώσω τὰς ἀργυρίου δραχμὰς φκη ἐν ἡμέραις ἑξήκοντα ,ἀφʼ ἧς ἐὰν ἀπαιτηθῆι, χωρὶς πάσης ὑπερθέσεως ἐξόντος σοι ἔχειν τὴν διάλυσιν ἐν τῆι αὐτῆι διατιμήσει κατὰ τὴν διατίμησιν τῆς ὑπαρχούσης περὶ σέ. ἐὰν δὲ μὴ ποιῶ ὡς γέγραπται, ἐκτείσω τὸ προκείμενον κεφάλαιον μεθʼ ἡμιολίας τῆς πράξεώς σοι οὔσης ἔκ τε ἐμοῦ καὶ ἐκ τῶν ὑπαρχόντων μοι πάντων καθάπερ ἐκ δίκης. κυρία ἡ ἰδιόγραφος συγγραφή. ἔτους β Αὐτοκράτορος Καίσαρος Ἀντωνείνου Σεβαστοῦ Φαρμοῦθι …